• Αἰσχύλου Ἀγαμέμνων (with Karolina Doušová)

  • 2024/01/31
  • 再生時間: 39 分
  • ポッドキャスト

Αἰσχύλου Ἀγαμέμνων (with Karolina Doušová)

  • サマリー

  • ἐν τούτῳ τῷ ἀκoύσματι διαλέγομαι τῇ Καρολίνῃ περὶ καλλίστου δράματος τοῦ Αἰσχύλου· περὶ τοῦ "Ἀγαμέμνονος". In this episode, we will read the following texts: 1) About Aeschylus: Suidas. Αἰσχύλος, Ἀθηναῖος, τραγικός, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς δὲ Ἀμενίου, Εὐφορίωνος καὶ Κυναιγείρου, τῶν εἰς Μαραθῶνα ἀριστευ- σάντων ἅμα αὐτῷ. ἔσχε δὲ καὶ υἱοὺς τραγικοὺς δύο, Εὐφορίωνα καὶ Εὐαίωνα. ἠγωνίζετο δὲ αὐτὸς ἐν τῇ θʹ Ὀλυμπιάδι ἐτῶν ὢν κεʹ. οὗτος πρῶτος εὗρε προσωπεῖα δεινὰ χρώμασι κεχρισμένα ἔχειν τοὺς τραγικοὺς καὶ ταῖς ἀρβύλαις τοῖς καλουμένοις ἐμβάταις κεχρῆσθαι. ἔγραψε δὲ καὶ ἐλεγεῖα καὶ τραγῳδίας ϟʹ· νίκας δὲ εἷλεν ηʹ καὶ κʹ, οἱ δὲ τρισκαίδεκά φασι. φυγὼν δὲ εἰς Σικελίαν διὰ τὸ πεσεῖν τὰ ἰκρία ἐπιδεικνυμένου αὐτοῦ, χελώνης ἐπιρριφείσης αὐτῷ ὑπὸ ἀετοῦ φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο ἐτῶν νηʹ γενόμενος. 2) The plot of the "Agamemnon": Scholia vetera in Aeschyli Agamemnonem Ἀγαμέμνονος ὑπόθεσις Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῆι Κλυταιμήστραι, εἰ πορθήσοι τὸ Ἴλιον, ὑπέσχετο τῆς αὐτῆς ἡμέρας σημαίνειν διὰ πυρσοῦ. ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμήστρα ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ μὲν ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται περὶ τοῦ πυρσοῦ ἐροῦσα ἐξ ὧν καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες παιανίζουσιν. μετ’ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δ’ ἐπὶ ἀπήνης ἔρχεται· εἵπετο δ’ αὐτῶι ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασσάνδρα. αὐτὸς μὲν οὖν προεισέρχεται εἰς τὸν οἶκον σὺν τῆι Κλυταιμήστραι, Κασσάνδρα δὲ προμαντεύεται, πρὶν εἰς τὰ βασίλεια εἰσελθεῖν, τὸν ἑαυτῆς καὶ τοῦ Ἀγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν καὶ εἰσπηδᾶι ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἶκτον ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασσάνδρας σιωπή- σας θάνατον νεκρὰν αὐτὴν ὑπέδειξεν, πεποίηκέν τε Αἴγισθον καὶ Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον περὶ τῆς ἀναιρέσεως ἑνὶ κε- φαλαίωι, τὴν μὲν τῆι ἀναιρέσει Ἰφιγενείας, τὸν δὲ ταῖς τοῦ πατρὸς Θυέστου ἐξ Ἀτρέως συμφοραῖς. ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλο- κλέους ὀλυμπιάδι ὀγδοηκοστῆι ἔτει βʹ. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῶι. ἐχορήγει Ξενοκλῆς Ἀφιδναῖος. 3) The beginning of the "Agamemnon": ΠΡΟΛΟΓΟΣ ΦΥΛΑΞ Θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων, φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν. καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν ἁλώσιμόν τε βάξιν· ὧδε ...
    続きを読む 一部表示

あらすじ・解説

ἐν τούτῳ τῷ ἀκoύσματι διαλέγομαι τῇ Καρολίνῃ περὶ καλλίστου δράματος τοῦ Αἰσχύλου· περὶ τοῦ "Ἀγαμέμνονος". In this episode, we will read the following texts: 1) About Aeschylus: Suidas. Αἰσχύλος, Ἀθηναῖος, τραγικός, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς δὲ Ἀμενίου, Εὐφορίωνος καὶ Κυναιγείρου, τῶν εἰς Μαραθῶνα ἀριστευ- σάντων ἅμα αὐτῷ. ἔσχε δὲ καὶ υἱοὺς τραγικοὺς δύο, Εὐφορίωνα καὶ Εὐαίωνα. ἠγωνίζετο δὲ αὐτὸς ἐν τῇ θʹ Ὀλυμπιάδι ἐτῶν ὢν κεʹ. οὗτος πρῶτος εὗρε προσωπεῖα δεινὰ χρώμασι κεχρισμένα ἔχειν τοὺς τραγικοὺς καὶ ταῖς ἀρβύλαις τοῖς καλουμένοις ἐμβάταις κεχρῆσθαι. ἔγραψε δὲ καὶ ἐλεγεῖα καὶ τραγῳδίας ϟʹ· νίκας δὲ εἷλεν ηʹ καὶ κʹ, οἱ δὲ τρισκαίδεκά φασι. φυγὼν δὲ εἰς Σικελίαν διὰ τὸ πεσεῖν τὰ ἰκρία ἐπιδεικνυμένου αὐτοῦ, χελώνης ἐπιρριφείσης αὐτῷ ὑπὸ ἀετοῦ φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο ἐτῶν νηʹ γενόμενος. 2) The plot of the "Agamemnon": Scholia vetera in Aeschyli Agamemnonem Ἀγαμέμνονος ὑπόθεσις Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῆι Κλυταιμήστραι, εἰ πορθήσοι τὸ Ἴλιον, ὑπέσχετο τῆς αὐτῆς ἡμέρας σημαίνειν διὰ πυρσοῦ. ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμήστρα ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ μὲν ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται περὶ τοῦ πυρσοῦ ἐροῦσα ἐξ ὧν καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες παιανίζουσιν. μετ’ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δ’ ἐπὶ ἀπήνης ἔρχεται· εἵπετο δ’ αὐτῶι ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασσάνδρα. αὐτὸς μὲν οὖν προεισέρχεται εἰς τὸν οἶκον σὺν τῆι Κλυταιμήστραι, Κασσάνδρα δὲ προμαντεύεται, πρὶν εἰς τὰ βασίλεια εἰσελθεῖν, τὸν ἑαυτῆς καὶ τοῦ Ἀγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν καὶ εἰσπηδᾶι ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἶκτον ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασσάνδρας σιωπή- σας θάνατον νεκρὰν αὐτὴν ὑπέδειξεν, πεποίηκέν τε Αἴγισθον καὶ Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον περὶ τῆς ἀναιρέσεως ἑνὶ κε- φαλαίωι, τὴν μὲν τῆι ἀναιρέσει Ἰφιγενείας, τὸν δὲ ταῖς τοῦ πατρὸς Θυέστου ἐξ Ἀτρέως συμφοραῖς. ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλο- κλέους ὀλυμπιάδι ὀγδοηκοστῆι ἔτει βʹ. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῶι. ἐχορήγει Ξενοκλῆς Ἀφιδναῖος. 3) The beginning of the "Agamemnon": ΠΡΟΛΟΓΟΣ ΦΥΛΑΞ Θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων, φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν. καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν ἁλώσιμόν τε βάξιν· ὧδε ...

Αἰσχύλου Ἀγαμέμνων (with Karolina Doušová)に寄せられたリスナーの声

カスタマーレビュー:以下のタブを選択することで、他のサイトのレビューをご覧になれます。